Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.24 Joseph. AJ 19.29 (English) >>Joseph. AJ 19.33

19.27ταῦτα Χαιρέαν ἐνήγαγεν μειζόνως ἅπτεσθαί τε τῆς ἐπιβουλῆς καὶ παύειν κατὰ τῶν ἀνθρώπων ἐξηγριωκότα τὸν Γάιον, καὶ πολλάκις μὲν καὶ παρὰ τὰς ἑστιάσεις ἐμέλλησεν ἐπιχειρεῖν, οὐ μὴν ἀλλʼ ἐπείχετο λογισμῷ, τὸ μὲν κτείνειν οὐκέτʼ ἐνδοιαστὸν κεκρικώς, τὸν δὲ καιρὸν περισκοπῶν, ὅπως μὴ εἰς κενόν, ἀλλʼ ἐπὶ καταπράξει τῶν βεβουλευμένων ταῖς χερσὶ χρῷτο. 19.28

Ἐστρατεύετο δὲ πολὺν ἤδη χρόνον οὐχ ἡδονῇ φέρων Γαΐου τὴν ἀναστροφήν. ἐπεὶ δὲ αὐτὸν ἵσταται Γάιος εἰσπραξόμενον τούς τε φόρους καὶ ὅσα ἄλλα καταβαλλόμενα εἰς τὸν Καίσαρος θησαυρὸν ἐφυστερήκει τοῖς καιροῖς διὰ τὸ ἐπιδιπλασιάζεσθαι τὴν δύναμιν αὐτῶν, χρόνον ἐκεῖ ποιεῖται τῇ εἰσπράξει τρόπῳ τῷ αὐτοῦ χρώμενος μᾶλλον τῇ Γαΐου προστάξει, 19.29διὰ τὸ φειδοῖ χρῆσθαι τὰς τύχας οἴκτῳ λαμβάνων τῶν ὑπὸ τὴν εἴσπραξιν εἰς ὀργὴν προυκαλεῖτο τὸν Γάιον μαλακίαν ἐπικαλοῦντα αὐτῷ τοῦ σχολῇ συνάγεσθαι αὐτῷ τὰ χρήματα. καὶ δὴ τά τε ἄλλα ὕβριζεν εἰς αὐτὸν καὶ ὁπότε τὸ σημεῖον αὐτῷ τὸ τῆς ἡμέρας καθηκούσης εἰς αὐτόν, θήλεά τε ἐδίδου τὰ ὀνόματα, 19.30καὶ ταῦτα αἰσχύνης ἀνάπλεα καὶ ταῦτα ἔπρασσεν αὐτὸς οὐκ ἀπηλλαγμένος ἔν τινων τελεταῖς μυστηρίων, ἃς αὐτὸς συνίστατο, στολάς τε ἐνδυόμενος γυναικείους καί τινων περιθέσεις πλοκαμίδων ἐπινοῶν ἄλλα τε ὁπόσα ἐπικαταψεύσασθαι θηλύτητα τῆς ὄψεως ἔμελλεν, αὐτὸς τὴν ἐπὶ τοιούτοις αἰσχύνην ἐτόλμα Χαιρέᾳ προσκαλεῖν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.24 Joseph. AJ 19.29 (English) >>Joseph. AJ 19.33

Powered by PhiloLogic